γράψαι ὑπὲρ ω βιβλία ὑπομνημάτων μόνων. μαθητὴϲ δὲ γέγονεν Ἀριϲτοφάνουϲ τοῦ γραμματικοῦ καὶ Κράτητι τῷ γραμματικῷ Περγαμηνῷ πλεῖϲτα διημιλλήϲατο ἐν Περγάμῳ. μαθηταὶ δὲ αὐτοῦ γραμματικοὶ περὶ τοὺϲ μ΄ ἐγένοντο. τελευτῇ δὲ ἐν Κύπρῳ ἑαυτὸν ὑπεξαγαγὼν ἐνδείᾳ τροφῆϲ, νόϲῳ τῇ ὕδρωπι ληφθείϲ. ἔτη δὲ αὐτοῦ τῆϲ
ζωῆϲ οβ΄. καὶ παῖδαϲ μὲν κατέλιπεν Ἀρίϲταρχον καὶ Ἀριϲταγόραν. ἄμφω δὲ ἐγένοντο εὐήθειϲ, ὥϲτε καὶ ἐπράθη ὁ Ἀρίϲταρχοϲ· Ἀθηναῖοι δὲ ἐλθόντα παρ’ αὐτοῖϲ ἐξωνήϲαντο.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.