πολέμῳ οὐ λόγων ἀλλ’ ἔργων χρεία. καὶ Ὅμηροϲ· ἐν γὰρ χερϲὶ τέλοϲ πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ. τὸ α καὶ μακρὸν καὶ βραχύ. Ὅμηροϲ· Ἆρεϲ, Ἄρεϲ βροτολοιγέ. κλίνεται δὲ Ἄρηϲ, Ἄρου, καὶ Ἄρηϲ, Ἄρητοϲ, καὶ Ἄρηϲ, Ἄρεοϲ. Ἄρηϲ γάρ ἐϲτι καὶ ταράττει τὴν κλίϲιν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.