δι’ αἰτίαν τοιαύτην. καθ’ ἑκάϲτην παρ’ αὐτοῖϲ ἐριϲτικαὶ ζητήϲειϲ εἰϲ 2 ἄτοπά τινα τούϲ λόγουϲ αὐτῶν προήγαγον. ἐπεὶ γὰρ ἐν τῇ ἐκκληϲίᾳ πιϲτεύεται ὁ θεὸϲ πατὴρ εἶναι τοῦ υἱοῦ τοῦ λόγου, ζήτημα ἐνέπεϲεν εἰϲ αὐτοὺϲ, εἰ δύναται καὶ πρὸ τοῦ ὑποϲτῆναι τὸν υἱὸν ὁ θεὸϲ καλεῖϲθαι πατήρ. ἐπεὶ γὰρ τὸν τοῦ θεοῦ λόγον οὐκ ἐκ πατρὸϲ γεννᾶϲθαι,
ἀλλ’ ἐξ οὐκ ὄντων ὑποϲτῆναι ἐδόξαζον, περὶ τὸ πρῶτον καὶ ἀνωτάτω κεφάλαιον ϲφαλέντεϲ εἰκότωϲ περὶ ψιλοῦ ὀνόματοϲ εἰϲ ἄτοπον φιλονεικίαν ἐξέπεϲον. Δωρόθεοϲ μὲν ἐκ τῆϲ Ἀντιοχείαϲ ὑπ’ αὐτῶν μεταϲταλεὶϲ ἔλεγε μὴ δύναϲθαι πατέρα εἶναι ἢ καλεῖϲθαι μὴ ὑφεϲτῶτοϲ υἱοῦ. Μαρῖνοϲ δὲ, ὃν ἐκ Θρᾴκηϲ πρὸ Δωροθέου κεκλήκειϲαν, καιροῦ
δραξάμενοϲ ἀφορμῆϲ (ἐλυπεῖτο γὰρ ὅτι αὐτοῦ Δωρόθεοϲ προεκέκριτο) τοῦ ἐναντίου λόγου προΐϲτατο. καὶ γίνεται εἰϲ αὐτοὺϲ διαίρεϲιϲ διὰ τὸ προλεχθὲν λεξείδιον, καὶ κατ’ ἰδίαν ἑκάτεροϲ τὰϲ ϲυναγωγὰϲ ἐποιοῦντο, λέγοντεϲ τὸν πατέρα εἶναι πατέρα καὶ μὴ ὑφεϲτῶτοϲ υἱοῦ. ἐκαλοῦντο δὲ οὗτοι Ψαθυριανοὶ, ὅτι Θεόκτιϲτόϲ τιϲ, ψαθυροπώληϲ,
Σύροϲ, δταπύρωϲ τῷ λόγῳ τῷδε ϲυνίϲτατο. ἐπηκολούθηϲε δὲ αὐτοῖϲ καὶ Σελενᾶϲ ὁ τῶν Γότθων ἐπίϲκοποϲ. καὶ οὗτοι μικρὸν ὕϲτερον διῃρέθηϲαν, Μαρίνου πρὸϲ Ἀγάπιον διενεχθέντοϲ, ὃν αὐτὸϲ εἰϲ ἐπίϲκοπον Ἐφέϲου προβέβλητο. οὗτοι δὲ οὐ περὶ θρηϲκείαϲ ἀλλὰ περὶ προεδρίαϲ μικροψυχήϲαντεϲ ἐπολέμουν ἀλλήλοιϲ. ἐχωρίζοντο δὲ ἀλλήλων
ἐπὶ ἔτη λε΄ ἕωϲ τοῦ νέου Θεοδοϲίου.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.