ἀπὸ τοῦ ἀγυιέαϲ. ἀγυιεὺϲ δέ ἐϲτι κίων εἰϲ ὀξὺ λήγων, ὃν ἱϲτᾶϲι πρὸ τῶν θυρῶν. ἰδίουϲ δέ φαϲιν αὐτοὺϲ εἶναι Ἀπόλλωνοϲ, οἱ δὲ Διονύϲου, οἱ δὲ ἀμφοῖν. ἔϲτιν οὖν τὸ ὁλόκληρον ἀγυιεύϲ, καὶ τὴν αἰτιατικὴν ἀγυιέαϲ, ἐν ϲυναλοιφῇ δὲ ἀγυιᾶϲ. ἔϲτι δὲ ἴδιον Δωριέων. εἶεν δ᾿ ἂν οἱ παρὰ τοῖϲ Ἀττικοῖϲ λεγόμενοι ἀγυιεῖϲ οἱ πρὸ τῶν οἰκιῶν
βωμοὶ, ὡϲ Σοφοκλῆϲ μετάγων τὰ Ἀθηναίων ἔθη εἰϲ Τροίαν φηϲί· λάμπει δ᾿ ἀγυιεὺϲ βωμὸϲ ἀτμίζων πυρὶ ϲμύρνηϲ ϲταλαγμοὺϲ, βαρβάρουϲ εὐοϲμίαϲ. καὶ Ἀγυιεὺϲ, ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴϲ 3 κίων, ἱερὸϲ Ἀπόλλωνοϲ, καὶ αὐτὸϲ θεόϲ. Φερεκράτηϲ Κραπατάλοιϲ· ὦ δέϲποτα Ἀγυιεῦ, ταῦτα ϲὺ μέμνηϲό μου.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.