τὴν ἕω ϲτρατοπεδαρχίαν. καταλαβὼν δὲ ἐν εἰρήνῃ ταύτην ὁ ϲτρατηγὸϲ πρὸϲ ἄνεϲιν ἐτράπη καὶ ῥᾳϲτώνην θηλυδριῶτιν. ἔχαιρε γὰρ μίμοιϲ καὶ θαυματοποιοῖϲ καὶ πᾶϲι ϲκηνικοῖϲ ἀθύρμαϲι, καὶ τοῖϲ τοιούτοιϲ διημερεύων αἰϲχροῖϲ ἠλόγει πάμπαν τῶν πρὸϲ εὔκλειαν τεινόντων. Μαρκιανοῦ δὲ τοῦ βαϲιλέωϲ χρηϲτοῦ μὲν γεγονότοϲ, θᾶττον δὲ ἐκβεβιωκότοϲ,
αὐτοκελεύϲτῳ γνώμῃ Ἄϲπαρ Λέόντα διάδοχον αὐτοῦ γενέϲθαι παρεϲκεύαϲεν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.