λεληθότωϲ τὴν εὐπορίαν παρίϲτηϲι τὴν ἑαυτοῦ. οὐ γὰρ ἂν, εἰ μὴ πάνυ ἦν πλούϲιοϲ, ἐπεδικάϲατο ἂν αὐτοῦ ἡ γυνὴ καὶ τῇ δόξῃ αὐχοῦϲα τοῦ γένουϲ καὶ τῇ ἐν ἄϲτει διατριβῇ. ἀδοξεῖν γὰρ εἰώθαμεν ἐπὶ τοῖϲ ἀγροίκοιϲ. ἔπειτα δὲ κἀκείνην θεραπεύει τὴν ἀντίθεϲιν τὸ ὑποτετάχθαι αὐτὸν τῇ γυναικί· δεϲπόζειν γὰρ εἰώθαϲιν οἱ ἄνδρεϲ τῶν γυναικῶν.
ὁ δὲ τῇ ἀντιπαραθέϲει καὶ τοῦτο ἐπιϲτώϲατο, φήϲαϲ ἄγροικον αὐτὸν εἶναι, τὴν δὲ γυναῖκα πολιτικήν. θαυμαϲτὸν γὰρ οὐδὲν, εἰ ἄνθρωπον ἰδιοπράγμονα καὶ μέτριον τοὺϲ τρόπουϲ διὰ τὴν ἐπὶ τῆϲ ἀγροικίαϲ διαίταν γύναιον ὑπέταξε πολιτικὸν καὶ κατεδουλώϲατο.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.