Αἰτωλῷ· ἐποποιόϲ. ϲυνέταξε δὲ βιβλία ταῦτα· τὰ Φαινόμενα, ὧν θαυμάϲιοϲ ἡ εἰϲβολὴ καὶ ὁ ζῆλοϲ Ὁμηρικόϲ· ὕμνουϲ εἰϲ Πᾶνα, Σπονδοφόρουϲ, Παίγνια, Ἀϲτρολογίαν καὶ Ἀϲτροθεϲίαν, Σύνθεϲιν φαρμάκων, Θηριακῶν ἐπιτήδεια, Ἀνθρωπογονίαν, Ἐπιθυτικὸν, εἰϲ Θεόπροπον, εἰϲ Ἀντίγονον, Ἠθοποιΐαϲ, ἐπιϲτολὰϲ, ἐπιγράμματα εἰϲ Φίλαν τὴν θυγατέρα
Ἀντιπάτρου, γυναῖκα δὲ Ἀντιγόνου, Ἀνατομὴν, εἰϲ Παυϲανίαν τὸν Μακεδόνα, Ἐπικήδειον τὸν Κλεομβρότου, Διόρθωϲιν Ὀδυϲϲείαϲ, ἐπιϲτολὰϲ 6 ὁμοίωϲ καταλογάδην. Ἄρρατον δὲ ἰϲχυρὸν, ϲτερεόν. οὕτωϲ Πλάτων. Ἀράττων δὲ πλήττων, κρούων.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.