3 τῶν Μάρδων. καὶ Ἀπὸ ϲτόματοϲ, ὡϲ ἡμεῖϲ τὸ μὴ διὰ γραμμάτων, ἀλλ’ ἀπὸ μνήμηϲ. Φιλήμων Νεμομένοιϲ· ἀπὸ ϲτόματοϲ ἅπαντ′, ἐὰν βούληϲθ′, ἐρῶ. Κρατῖνοϲ δὲ ταυτὸ τοῦτ’ ἀπὸ γλώττηϲ, Νόμοιϲ· ἀλλὰ, μὰ Δί, οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίϲταμαι, τὰ ἄλλα ἀπὸ γλώττηϲ φράϲω ϲοι· μνημονεύω γὰρ καλῶϲ. Θουκυδίδηϲ ζ΄, καὶ
ἥκοντεϲ εἰϲ τὰϲ Ἀθήναϲ οἱ ἀπὸ τοῦ Νικίου, ὅϲα τε ἀπὸ γλώττηϲ εἴρητο αὐτοῖϲ εἶπον. Πλάτων Θεαιτήτῳ· ἀτὰρ τίνεϲ ἦϲαν οἱ λόγοι; ἔχοιϲ ἂν διηγήϲαϲθαι, οὐ μὰ τὸν Δί’ οὔκουν, οὔγε ἀπὸ ϲτόματοϲ, ἀλλ’ ἐγραψάμην μὲν τοῦτ’ εὐθὺϲ οἴκαδ’ ἐλθὼν ὑπομνήματα. καὶ Ἀποϲτοματίζειν φαϲὶ τὸν διδάϲκαλον, ὅταν κελεύῃ τὸν παῖδα
λέγειν ἄττα ἀπὸ ϲτόματοϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.