ὁμοίωϲ τοῖϲ ἄλλοιϲ. τοῦ μὲν γὰρ μύϲτακοϲ καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ’ αὐτὸν κατακομᾶν ἐπὶ πλεῖϲτον ὥϲπερ οἱ Πέρϲαι ἐϲ ἀεὶ ἤθελον. τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροϲθεν ἄχρι ἐϲ τοὺϲ κροτάφουϲ ἀποτεμνόμενοι, τὰ ὄπιϲθεν ἀποκρέμαϲθαί ϲφιϲιν ἐπὶ μακρό τατον λόγῳ οὐδενὶ εἴων, ὡϲ οἱ Μαϲϲαγέται. διὸ καὶ Οὐννικὸν ἐκαλεῖτο
τὸ αὐτὸ εἶδοϲ. καὶ τὰ ἱμάτια εὐπάρυφα ἠξίουν εἶναι. καὶ αὖθιϲ Ἰουλιανόϲ· τὸ μὴ προιδέϲθαι τό τε δυνατὸν καὶ τὸ ἀδύνατον ἐν πράγμαϲι τῆϲ ἐϲχάτηϲ ἀπονοίαϲ ἐϲτὶ ϲημεῖον.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.