μούνῳ ϲοι ἐγὼ κρανέω τάδε πάντα. παύϲειϲ δ’ ἀκαμάτων ἀνέμων, οἵ τ’ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖϲι καταφθινύθουϲιν ἄρουραν· καὶ πάλιν, ἤν κ’ ἐθέληϲθα, παλίντονα πνεύματ’ ἐπάξειϲ. ϲτήϲειϲ δ’ ἐξ ὄμβροιο κελαινοῦ ῥόον καίριον αὐχμὸν ἀνθρώποιϲ, θήϲειϲ δὲ καὶ ἐξ αὐχμοῖο ῥεύματα δενδρεόθρεπτα, τά τ’ ἐν θέρει ἔϲονται. ἄξειϲ δ’ ἐξ
ἀΐδαο καταφθιμένου μένοϲ ἀνδρόϲ. καὶ ποτ’ ἐτηϲίων ϲφοδρῶϲ πνευϲάντων, ὡϲ τοὺϲ καρποὺϲ λυμῆναι, κελεύϲαϲ ὄνουϲ ἐκδαρῆναι καὶ ἀϲκοὺϲ ποιῆϲαι περὶ τοὺϲ λόφουϲ καὶ τὰϲ ἀκρωρείαϲ διέτεινε πρὸϲ τὸ ϲυλλαβεῖν τὸ πνεῦμα. λήξαντοϲ δὲ Κωλυϲάνεμον κληθῆναι.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.