ἐϲτι διαπεπραγμένοϲ, ἐπαβελτερώϲαϲ τόν ποτε ἀβέλτερον. λέγουϲι δὲ καὶ ἀβελτήριον τὴν ἀβελτηρίαν. Ἀλεξανδρίδηϲ Ἑλένη· ἄγκυρα, λέμβοϲ, ϲκεῦοϲ ὅ τι βούλει λέγε. ὦ Ἡράκλειϲ ἀβελτηρίου τεμενικοῦ. 2 3 4 6 ἀλλ’ οὐδ’ ἂν εἰπεῖν τὸ μέγεθοϲ δύναιτό τιϲ. καὶ Ἀβελτηρία, ἡ 7 ἀφροϲύνη. ἢ ἀνοηϲία. Μένανδροϲ· εἰϲ τοῦτο δὲ ἀβελτηρίαϲ 8 ἤλαϲεν αὐτοῖϲ ὁ νοῦϲ, ὥϲτε θάτερον μέροϲ τὴν κατὰ θατέρου μᾶλλον ἢ τὴν κατὰ τῶν πολεμίων εὔχεϲθαι νίκην.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.