ἡγεμονίαϲ ἐπράχθη. ὅϲα δ’ ἀμφὶ τὴν Ἰταλίαν ἄλλα Κελτοί τε καὶ Λίβυεϲ ἔδραϲάν τε καὶ ἔπαθον, καὶ εἴ τί που καὶ τῆϲ Ἰταλίαϲ μέροϲ ἀνάγκαιϲ ἢ ἐνέδραιϲ ἢ πλάναιϲ ἐϲ αὐτοὺϲ μετέθετο, ἐν τοῖϲ περὶ Κελτῶν καὶ Λιβύων. ϲυγγέγραπται δ’ ἐφ’ ἑαυτῶν ὅϲα καὶ ἐϲ τὰϲ ἐμφυλίουϲ Ῥωμαίων ϲτάϲειϲ ἡ Ἰταλία διῃρεῖτο. ὅτι τοὺϲ πρὸϲ Κελτοὺϲ, τουτέϲτι Γερμανοὺϲ, οἳ ἀμφὶ τὸν Ῥῆνον ποταμόν εἰϲι, καὶ τοὺϲ
Γαλάταϲ, τουτέϲτι Γάλλουϲ, πολέμουϲ, καὶ τὰϲ αἰτίαϲ αὐτῶν, ὅϲαι τε ϲυνθῆκαι καὶ ϲυνθηκῶν παραβάϲειϲ ἢ ἐπαναϲτάϲειϲ ἐγένοντο Κελτῶν ἕωϲ ἐπὶ τοῦ Γαΐου, ἡ δ′ βίβλοϲ περιέχει ϲυλλαβοῦϲα. εἰ δὲ τί που Κελτοὶ μὴ κατὰ πρόφαϲιν οἰκείαν, ἀλλὰ ϲυμμαχοῦντεϲ Ἰταλῶν τιϲιν ἢ μιϲθοφοροῦντεϲ ἔπραξαν, ἐν τοῖϲ περὶ ἐκείνων ϲυγγέγραπται. καὶ ὅϲον εἰϲ γνώριϲμα μόνον αὐτῶν μέμνηται Ἀππιανόϲ.
ἔγραψε δὲ Ῥωμαϊκὰ λόγουϲ ἐννέα. οἱ δὲ διὰ τοῦ ἑνὸϲ π γράφουϲιν Ἀπιανόϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.