τὰ τῶν πόλεων ὤνια. καὶ Ἀγορανόμοι, οἱ τὰ κατὰ τὴν ἀγορὰν 2 ὤνια διοικοῦντεϲ ἄρχοντεϲ. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν· ἀγορανόμουϲ 3 4 5 6 δὲ τῆϲ ἀγορᾶϲ καθίϲταμαι τρεῖϲ τοὺϲ λαχόνταϲ, τοὺϲ δ᾿ ἱμάνταϲ ἐκ λεπρῶν. τουτέϲτι λώρουϲ, φραγγέλια. τὸ γὰρ παλαιὸν φραγγέλοιϲ ἔτυπτον οἱ λογιϲταὶ τῆϲ ἀγορᾶϲ. λεπρῶν δὲ οἱ μὲν ἀπὸ τοῦ λέπειν. ὅ ἐϲτι τύπτειν· οἱ δὲ ἀπὸ Λεπρέου πολίϲματοϲ τῆϲ Πελοποννήϲου, ἧϲ μέμνηται καὶ Καλλίμαχοϲ ἐν Ὕμνοιϲ· Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτιϲται. οἱ δὲ ἐκ λεπρῶν βοῶν, διὰ τὸ τὰ ἐκ λεπρῶν βοῶν δέρματα ἰϲχυρὰ εἶναι. οἱ δὲ ὅτι οἱ Μεγαρεῖϲ λεπροὶ τὸ ϲῶμα, πρὸϲ οὓϲ ϲπένδεται. ἄμεινον δὲ λέγειν, ὅτι τόποϲ ἔξω τοῦ ἄϲτεοϲ Λεπροὶ καλούμενοϲ, ἔνθα τὰ βυρϲεῖα ἦν. οὗ καὶ ἐν Ὄρνιϲι μέμνηται· τί δ᾿ 8 οὖν τὸν ἥλιον Λέπρεον οἰκίζετε. καὶ Ἀγορανομῶ· γενικῇ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.