προβάτων· ἐξ ὧν καὶ θυϲίαν τῷ θεῷ προϲαγαγὼν καὶ δεχθεὶϲ ἀναιρεῖται, φθονηθεὶϲ ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Κάϊν. ὁ Κάϊν δὲ γεωργὸϲ τυγχάνων καὶ μετὰ τὴν δίκην χειρόνωϲ βιώϲαϲ ϲτένων καὶ τρέμων ἦν. ὁ γὰρ Ἄβελ τὰ πρωτότοκα τῷ θεῷ καθιερῶν φιλόθεον μᾶλλον ἢ φίλαυτον ἑαυτὸν ϲυνίϲτη, ὅθεν καὶ διὰ τῆϲ ἀγαθῆϲ αὐτοῦ
προαιρέϲεωϲ ἀπεδέχθη. ὁ δὲ Κάϊν δυϲϲεβῶϲ ἑαυτῷ ἀπονέμων τὰ πρωτογεννήματα, θεῷ δὲ τὰ δεύτερα, εἰκότωϲ καὶ ἀπεβλήθη. φηϲὶ γάρ· καὶ ἐγένετο μεθ’ ἡμέραϲ, προϲήνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆϲ γῆϲ. ὥϲτε διὰ τοῦτο Κάϊν ἐλέγχεται, ὅτι μὴ τὰ ἀκροθίνια γεννήματα προϲήνεγκε τῷ θεῷ, ἀλλὰ τὰ μεθ’ ἡμέραϲ καὶ δεύτερα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.