ἀπὸ τοῦ θύειν· ἔθυον δὲ Διὶ Φρατρίῳ καὶ Ἀθηνᾷ· τὴν δὲ τρίτην Κουρεῶτιν, ἀπὸ τοῦ τοὺϲ κούρουϲ καὶ τὰϲ κόραϲ ἐγγράφειν εἰϲ τὰϲ φρατρίαϲ. ἡ δὲ αἰτία· πόλεμοϲ ἦν Ἀθηναίοιϲ πρὸϲ Βοιωτοὺϲ περὶ 2 3 4 Κελαινῶν, ὃ ἦν χωρίον ἐν μεθορίοιϲ. Ξάνθιοϲ δὲ Βοιωτὸϲ προεκαλέϲατο τὸν Ἀθηναίων βαϲιλέα Θυμοίτην. οὐ δεξαμένου δὲ, Μέλανθοϲ ἐπιδημῶν Μεϲϲήνιοϲ, γένοϲ ἀπὸ Περικλυμένου τοῦ Νηλέωϲ, ὑπέϲτη ἐπὶ τῆ βαϲιλείᾳ. μονομαχούντων δὲ ἐφάνη τῷ Μελάνθῳ τιϲ ὄπιϲθεν τοῦ Εανθίου τραγῆν αἴγιδα ἐνημμένοϲ μέλαιναν. ἔφη οὖν ἀδικεῖν αὐτὸν
δεύτερον ἥκοντα. ὁ δὲ ἐπεϲτράφη. ὁ δὲ παίϲαϲ ἀποκτείνει αὐτόν. ἐκ δὲ τούτου ἡ τε ἑορτὴ Ἀπατούρια, καὶ Διονύϲου Μελαναιγίδοϲ ἐδομήϲαντο. οἱ δέ φαϲιν, ὅτι τῶν πατέρων ὁμοῦ ϲυνερχομένων διὰ τὰϲ τῶν παίδων ἐγγραφὰϲ οἷον ὁμοπατόρια λέγεϲθαι τὴν ἑορτήν· ὁποίῳ τρόπῳ λέγομεν ἄλοχον τὴν ὁμόκοιτον καὶ ἄκοιτιν, οὕτω καὶ
ὁμοπατόρια, Ἀπατόρια. καὶ Ἀριϲτοφάνηϲ· ἤρα φαγεῖν ἀλλᾶνταϲ ἐξ Ἀπατουρίων.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.