Διονυϲίῳ τῷ τυράννῳ ϲυνῆν. ἕωλα δὲ αὐτοῦ ποιήματα ἀναγινώϲκοντοϲ οὐκ ἐπῄνει. ἐφ’ οἷϲ ὀργιϲθεὶϲ ἐκέλευϲεν αὐτὸν βληθῆναι εἰϲ τὰϲ λατομίαϲ. εἶτα πάλιν μετεκαλέϲατο αὐτὸν, ἐλπίζων ἐπαινέϲαι αὐτοῦ τὰ ποιήματα. ὁ δὲ μὴ θέλων ἐπαινεῖν ἔλεγε τὸ προκείμενον.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.