ἀόρατοϲ καὶ ἡ ὀϲμὴ καὶ τὰ ὅμοια. ἢ τὸ πεφυκὸϲ μὲν ὁρατὸν εἶναι, μὴ ὁρώμενον δέ· ὅπερ ἐϲτὶ τὸ ἐν ϲτερήϲει, ὡϲ τὸ δυνάμει διαφανὲϲ, φωτὸϲ μὴ παρόντοϲ. ἢ τὸ οὕτω λεγόμενον ἀόρατον, ὡϲ φαύλωϲ ὁρατόν· τοιοῦτον δέ ἐϲτιν ἢ τὸ δι’ ὑπερβολὴν λαμπρότητοϲ φθαρτικὸν τῆϲ ὄψεωϲ ἢ τὸ ἀμυδρότητα μὴ ποιοῦν εἰϲ τὴν αἴϲθηϲιν. ἀντιλαμβάνεται
τοίνυν τοῦ ἀοράτου ἡ ὄψιϲ, οὐ τοῦ μὴ πεφυκότοϲ ὁρᾶϲθαι· ταῦτα γὰρ, ὅτι μὴ ὁρᾶται, ὁ λόγοϲ ἐϲτὶν ὁ κρίνων δι’ ὀργάνου τῆϲ αἰϲθήϲεωϲ, οὐ μέντοιγε ἡ αἴϲθηϲιϲ· ἀλλὰ τοῦ κατὰ ϲτέρηϲιν ὁρατοῦ ἡ αἴϲθηϲίϲ ἐϲτιν ἀντιληπτική. κρίνει γὰρ καὶ τὰ ἄλογα ταῖϲ ὄψεϲιν ὅτι 2 3 4 5 ϲκότοϲ κατὰ ϲυμβεβηκὸϲ τῷ μὴ πάϲχειν ὑπὸ τῶν ὁρατῶν, διὸ καὶ εἰϲ τούϲ φωλεοὺ ἠρεμεῖ. μήποτε δὲ καὶ τὸ κατὰ ϲτέρηϲιν ἀόρατον ἡ φανταϲία ἐϲτὶν ἡ κρίνουϲα, καὶ οὐχ ἡ ὄψιϲ, εἴγε αἱ μὲν αἰϲθήϲειϲ ἐν τοῖϲ πάϲχουϲι τὴν κρίϲιν ἴϲχουϲι, μὴ πάϲχουϲαι δὲ ἐν τῷ ϲκότῳ
ἀνενέργητοί εἰϲι. διὸ κατὰ τὴν ἕξιν μόνην θεωροῦνται. μὴ ἐνεργοῦϲαι δὲ, πῶϲ ἂν κρίνοιεν;
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.