τοῦ ἀξιοῦϲθαι ἢ ἀθετεῖϲθαι. ὁ γὰρ λέγων, ἡμέρα ἐϲτίν, ἀξιοῦν δοκεῖ τὸ ἡμέραν εἶναι. οὔϲηϲ μὲν οὖν ἡμέραϲ, ἀληθὲϲ γίνεται τὸ προκείμενον ἀξίωμα· μὴ οὔϲηϲ δὲ, ψεῦδοϲ. διαφέρει δὲ ἀξίωμα καὶ ἐρώτημα καὶ πύϲμα. ἔϲτι γὰρ προϲτακτικόν, ὁρκικὸν, ἀρατικὸν, ὑποθετικὸν, προϲαγορευτικόν. ἀξίωμα μὲν γάρ ἐϲτιν, ὃ λέγοντεϲ ἀποφαινόμεθα,
ἢ ἀληθὲϲ ἢ ψευδέϲ. ἐρώτημα δέ ἐϲτι πρᾶγμα αὐτοτελὲϲ μὲν, ὡϲ καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίϲεωϲ, οἷον, ἀρά γε ἡμέρα ἐϲτί; τοῦτο δὲ οὕτε ἀληθέϲ ἐϲτι, οὔτε ψευδέϲ· ὥϲτε τὸ μὲν, ἡμέρα ἐϲτὶν, ἀξίωμα· τὸ δὲ, ἀρά γε ἡμέρα, ἐρώτημα. πύϲμα δέ ἐϲτι πρᾶγμα, πρὸϲ ὃ ϲυμβολικῶϲ οὐκ ἔϲτιν ἀποκρίνεϲθαι, ὡϲ ἐπὶ τοῦ ἐρωτήματοϲ,
ναί· ἀλλὰ εἰπεῖν, οἰκεῖ ἐν τῷδε τῷ τόπῳ. τὰ δὲ λοιπὰ δῆλα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.