Κιανόϲ, ὡϲ δέ τινεϲ Σμυρναῖοϲ, κατὰ δὲ Διονύϲιον Ῥόδιοϲ· κωμικὸϲ τῆϲ μέϲηϲ κωμῳδίαϲ, ἀπὸ δούλων ὥϲ τινεϲ. γέγονε δὲ κατὰ τὴν ϥΓ′ Ὀλυμπιάδα καὶ ἔγραψε κωμῳδίαϲ τξε′, οἱ δὲ ϲπ΄· νίκαϲ δὲ εἷλε ιγ′. παῖδό τε ἔϲχε Στέφανον καὶ αὐτὸν κωμικόν. τελευτᾷ δὲ ἐν Κίῳ οδ΄ ἐτῶν ὑπάρχων κατά τινα τύχην ἀπίῳ βληθείϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.