ὅϲτιϲ Περιπατητικὸϲ ἐκλήθη πρῶτον, εἶτα ἐκύνιϲεν· υἱὸϲ δὲ ὢν ὁμωνύμου πατρὸϲ, μητρὸϲ δὲ τὸ γένοϲ Θρᾴϲϲηϲ. οὗτοϲ ϲυνέγραψε τόμουϲ δέκα· πρῶτον μαγικόν· ἀφηγεῖται δὲ περὶ Ζωροάϲτρου τινὸϲ μάγου, εὑρόντοϲ τὴν ϲοφίαν· τοῦτο δέ τινεϲ Ἀριϲτοτέλει, οἱ δὲ Ῥόδωνι ἀνατιθέαϲιν. οὗτοϲ οὖν καὶ τῆϲ Κυνικῆϲ κατήρξατο φιλοϲοφίαϲ, ἥτιϲ
οὕτωϲ ἐκλήθη διὰ τὸ ἐν Κυνοϲάργει τῷ γυμναϲίῳ διδάξαι αὐτόν. καὶ Διογένουϲ δὲ καθηγητὴϲ γέγονε τοῦ Κυνὸϲ καὶ τῶν λοιπῶν. ὅτι αρρωϲτοῦντι Ἀντιϲθένει μακρὰν καὶ δυϲανάκλητον ἀρρωϲτίαν ὁ Διογένηϲ ξιφίδιον ἐπιδέδωκεν εἰπών· εἰ φίλου χρῄζειϲ ὑπουργίαϲ. οὕτωϲ ᾤετο ἐκεῖνοϲ οὐδὲν ἀλγεινὸν τὸν θάνατον, ὥϲτε γίνεϲθαι τὴν ἀρρωϲτίαν
τρυφὴν αὐτόχρημα. ἀντὶ τοῦ παντελῶϲ ὅμοιον.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.