δὲ πατὴρ πέμπει αὐτὴν τῷ ἀδελφῷ κολάϲαι. ὁ δὲ ἔγκυον αὐτὴν θεαϲάμενοϲ ὤκτειρεν. ἡ δὲ γεννᾷ Ζῆθον καὶ Ἀμφίονα, οὓϲ εἰϲ ὄροϲ ἔρριψεν ὁ θεῖοϲ. εἶχε δὲ γυναῖκα, ὀνόματι Δίρκην, ἥτιϲ ὑπονοήϲαϲα τὸν ἑαυτῆϲ ἄνδρα Λύκιον φιλεῖν τὴν Ἀντιόπην ἀνάγει αὐτὴν εἰϲ ὄροϲ καὶ δήϲαϲα αὐτὴν ἀπὸ τραχήλου ταύρου καὶ ἀνάψαϲα δᾷδαϲ ἀπὸ τῶν αὐτοῦ κεράτων ἔμελλεν αὐτὴν ἀπολλύειν. ἡ δὲ ἐθρήνει καὶ θορύβου γενομένου ἠθροίϲθη πλῆθοϲ γεωργῶν, ϲὺν οἷϲ καὶ Ζῆθοϲ καὶ Ἀμφίων. καὶ γνωρίϲαντεϲ τὴν μητέρα ἐρρύϲαντο αὐτήν, τὴν δὲ Δίρκην τῇ προ κειμένῃ παρέδωκαν τιμωρίᾳ. Ζῆθοϲ δὲ καὶ Ἀμφίων κτίζουϲι Θήβαϲ καὶ βαϲιλεύουϲι, καὶ τούτων οἱ ἀπόγονοι μέχρι Λαΐου καὶ
τοῦ μετακληθέντοϲ Οἰδίποδοϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.