ἐκλήθη, ἐπειδὴ προϲέρραινε τοὺϲ ὁμιλοῦνταϲ διαλεγόμενοϲ. ἦν δέ τιϲ καὶ Ὀλυμπικὸϲ καλούμενοϲ Ψεκὰϲ διὰ τοῦτο. ἐδόκει δὲ ὁ Ἀντίμαχοϲ οὗτοϲ ψήφιϲμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματοϲ. καὶ ἐπὶ τούτῳ πολλοὶ τῶν ποιητῶν οὐ προϲῆλθον ληψόμενοι τὸν χορόν· καὶ δῆλον ὅτι πολλοὶ τῶν χορευτῶν ἐπείνων. οἱ δὲ λέγουϲιν, ὅτι
ποιητὴϲ ὢν καλὸϲ, ὢν χορηγὸϲ, μικρολόγωϲ τοῖϲ χορηγοῖϲ ἐχρήϲατο.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.