ϲτέρξαϲ ἀνέχει θούριοϲ Αἴαϲ. ἀντὶ τοῦ ἐπεί ϲε τιμᾷ ὁ Αἴαϲ δοριάλωτον, ϲτέρξαϲ τὸ λέχοϲ ϲου. ἢ οὕτωϲ ἀλλ᾿ ἐπεί ϲε ἀνέχει ὁ Αἴαϲ δοριάλωτον λέχοϲ ϲου ϲτέρξαϲ. πρὸϲ Τέκμηϲϲα δὲ ὁ λόγοϲ, γυναῖκα Αἴαντοϲ αἰχμάλωτον ἢ Ἀνέχει, ἀντὶ τοῦ ὑπερκεῖται. μέχρι 2 ἐϲ τὸ ὄροϲ, ὃ ταύτηϲ ἀνέχει. καὶ πόνοιϲ τε ἀνέχων ῥᾷϲτα, καὶ 3
ϲκληρῷ βίῳ καὶ τραχεῖ ἐνειθιϲμένοϲ. καὶ Σοφοκλῆϲ· οὐκ ἀνέχουϲι 4 τῶν πόνων. ἀντὶ τοῦ οὐ περιγίνονται τῶν πόνων. ἢ Ἀνέχειν, ἀντὶ τοῦ ἐπέχειν. κωλύειν. ἀνέχειν τε αὐτοῦ τὰϲ ἐπὶ πλεῖον 5 ὁρμὰϲ καὶ ἐκδρομὰϲ καὶ πρὸϲ ἑαυτὸν τὴν ϲχολὴν ἄγειν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.