τόν πατέρα ἄλυτόν μοι ἔϲται, ὅ ἐϲτιν οὐδέποτε παύϲομαι, ἀλλ᾿ ἀεὶ ἐν τῷ θρηνεῖν ἔϲομαι· οἷον οὐκ ἀριθμοῦϲα αὐτοὺϲ, ἀλλὰ δαψιλῶϲ χρωμένη. ἐν ὑπονοίᾳ δὲ κεῖται ἀνάνομοϲ, οἷον ἀεὶ νεμομένη ἐν αὐτοῖϲ καὶ οὔποτε χωρὶϲ οὗϲα τῆϲ τῶν δακρύων νομῆϲ. κεῖται δὲ καὶ ἀνάριθμοϲ, τουτέϲτιν ἐν θρήνοιϲ ἀριθμηθήϲομαι, ἀεὶ θρηνοῦϲα.
2338 Ἀνετίμων· τὸν πόλεμον τὸν πρὸϲ Ἀντώνιον ἐϲόμενον ὑπετόπουν 2 καὶ διὰ τοῦθ’ ἑαυτοὺϲ ἀνετίμων οἱ ϲτρατιῶται.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.