ἔλεγον. Ἑλλάνικοϲ· ἀναρριχᾶται δὲ ὥϲπερ πίθηκοϲ ἐπ’ ἄκρα τὰ δένδρα. τουτέϲτι πρὸϲ ὕψοϲ ἀνέβαινε, πρὸϲ δένδρα καὶ τοίχουϲ. εἴρηται δὲ ἀπὸ τῶν ἀρρίχων. εἶδοϲ δέ ἐϲτι κοφίνων, οὓϲ εἰώθαϲι διὰ ϲχοινίων ἀνιμᾶν. ἢ ἀπὸ τῶν ἀραχνῶν, καί ἐϲτιν οἷον ἀραχνᾶϲθαι· αἱ γάρ ἀράχναι νήθουϲι κατὰ τὰϲ ἐναερίουϲ ὁδούϲ. Ἀριϲτοφάνηϲ·
πρὸϲ ταῦτ᾿ ἀνερριχᾶτ᾿ ἂν πρὸϲ τὸν οὐρανόν. περὶ τοῦ κανθάρου λέγων.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.