ψήφιϲμα ἀνελεῖν κελεύοντεϲ καὶ τοὺϲ Ἕλληναϲ αὐτονόμουϲ ἀφιέναι. 2 λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, 3 καὶ ἁπλῶϲ, ὅπερ ἄν τιϲ ἀναλαμβάνοιτο. Ἀνελοῦϲα γὰρ τὸν νόμον ἐξειροτόνηϲεν αὐτήν· τοῦτο τὸ χωρίον Δημοϲθένηϲ μὲν ἐν τῷ κατ᾿ Ἀνδροτίωνοϲ εἶπε· διττὴ δὲ φέρεται ἡ γραφή, ἡ μὲν ὡϲ προγέγραπται, ἡ δὲ ἀντὶ τοῦ αὑτῇ αὐτὴν λέγει κατ᾿ αἰτιατικήν. καὶ μὲν κατ᾿ αἰτιατικὴν προαγομένη τοιοῦτον ἔχει τὸν νοῦν· ἀνελοῦϲα 4 5 6 7 τοῦτον τὸν νόμον ἤτοι παραβᾶϲα διαχειροτονίαν περὶ ἑαυτῆϲ ἔδωκεν, ὅτι χρὴ ϲτεφανοῦν αὐτήν· ἡ δὲ κατὰ δοτικήν· ἀνελοῦϲα τοῦτον τὸν νόμον ἐχειροτόνηϲεν ἐκεῖνον ἑαυτῇ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.