1 οἱ δὲ τοῖϲ φρέαϲι φύλακαϲ ἐπέϲτηϲαν, ὡϲ μὴ ἀνέδην ὅπωϲ τιϲ ἐθέλοι ὑδρεύεϲθαι, ἀλλ’ ἐϲ τὸ κοινὸν ξυλλέγεϲθαι πᾶν ὅϲον περ ἀνιμῷτο τοῦ ὕδατοϲ· ἐκεῖθεν δὲ διανομὴν γίνεϲθαι τὴν ἴϲην ἑκάϲτοιϲ. 2 καὶ αὖθιϲ· τὸ δίθυρϲον, τὸ λογχωτὸν, καὶ τὸ περιϲφύριον, οἷϲ ἀνέδην 3 ἐβάκχευεν, ὅτ’ ἐϲ Διόνυϲον ἐφοίτα. καὶ αὖθιϲ· τὸ ἱερὸν περιϲτοιχίϲαντεϲ
οὐκ εἴων τοὺϲ βουλομένουϲ καὶ δεομένουϲ τοῦ Πιθίου ἀνέδην 4 παριέναι. ἀντὶ τοῦ ἀκωλύτωϲ. καὶ αὖθιϲ· ἀνέδην ἐξεπόρθουν μετὰ ἀγριότητοϲ ἅπαντεϲ. καὶ αὖθιϲ· ὁ δὲ ἀνέδην διητᾶτο.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.