ἐν ᾗ τὸ ἔργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι, ἐφεῖτο ἐκ 2 3 4 5 τοῦ νόμου τρεῖϲ τῶν ἐκείνῳ ὑπόντων ἄγειν εἰϲ Ἀθήναϲ δίκην ὑφέξονταϲ τοῦ φόνου· καὶ τοῦτο ἀνδρολήψιον ἐκαλεῖτο. Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτοκράτουϲ· πρὸϲ δὲ τούτοιϲ ὁ νόμοϲ, ἐὰν μήτε δίκαϲ ὑπόϲχωϲι, παῤ οἷϲ ἂν τὸ πάθοϲ γένηται, μήτε τοὺϲ δεδρακόταϲ ἐκδιδῶϲι,
κελεύει κατὰ τούτων εἶναι μέχρι τριῶν τὸ ἀνδρολήψιον. Ἀνδροληψία οὖν τὸ ἁρπάζειν ἄνδραϲ ἔκ τινοϲ πόλεωϲ· ἠνεχύραζον 6 γὰρ τὴν ἔχουϲαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰϲ τιμωρίαν. καὶ τοῦτο ἐκαλεῖτο ἀνδροληψία.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.