νῦν χημεῖϲ τούτοιϲ τὰϲ διττὰϲ εἰρεϲιώναϲ καὶ προϲαγήλωμεν ἐπελθόντεϲ. χαίρετε πάντεϲ, δεχόμεϲθα. Ἀριϲτοφάνηϲ Εἰρήνῃ· και ϲε θυϲίαιϲιν ἱεραῖϲι προϲόδοιϲ τε μεγάλαιϲ ἰδίᾳ πάντεϲ, πότυι᾿ , ἀγαλοῦμεν ἡμεῖϲ ἀεί. Ἕρμιπποϲ Ἀρτοπώλιϲι· φέρε νῦν ἀγήλω τοὺϲ θεοὺϲ οἵουϲ ἐγὼ καὶ θυμιάϲω τοῦ τέκνου ϲεϲωϲμένου.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.