4 ἀναπαύληϲ. τούτεϲτιν ἀπέθανε. καὶ Ἀναπαύλαϲ, πέμψειϲ πρὸϲ τοὺϲ νεκρούϲ. τίϲ εἰϲ ἀναπαύλαϲ ἐκ κακῶν καὶ πραγμάτων; κηρύϲϲει ὁ Χάρων, καὶ ὡϲ τόπουϲ καταλέγει· τίϲ εἰϲ τὸ Λήθηϲ πεδίον; Λήθηϲ πεδίον χωρίον διατετύπωκεν ἐν ἅδου οὕτω λεγόμενον· ὡϲ καὶ Αὐαίνου λίθον. τίϲ εἰϲ ὄνου πόκαϲ; οὕτω λέγουϲι τὸ ἄχρηϲτον· οὐδὲ γὰρ αἱ
τοῦ ὄνου πόκαι χρηϲιμεύουϲιν. ἐπὶ τῶν ἀνηνύτων.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.