δὲ τοῦ ζῆν ἑαυτὸν ἐτῶν ο΄, διότι ὑπ’ Ἀθηναίων ἐνεβλήθη ἐν δεϲμωτηρίῳ, οἷά τινα καινὴν δόξαν τοῦ θεοῦ παρειϲφέρων. ὅτι Ἀναξαγόραϲ Ὀλυμπίαϲιν, ὁπότε ἥκιϲτα ὕοι, προελθὼν ὑπὸ κῳδίῳ ἐϲ τὸ ϲτάδιον ἐπὶ προρρήϲει ὄμβρου λέγεται τοῦτο πεπραχέναι. καὶ ἄλλα δὲ πλεῖϲτα προλέγων. οὗτοϲ, Κλαζομένιοϲ ὢν, ἀγέλαιϲ τε καὶ
καμήλοιϲ τὰ ἑαυτοῦ ἀνῆκε. περὶ τούτου ἔφη Ἀπολλώνιοϲ ὁ Τυανεὺϲ προβάτοιϲ μᾶλλον ἢ ἀνθρώποιϲ φιλοϲοφῆϲαι. ὁ δὲ Θηβαῖοϲ Κράτηϲ κατεπόντωϲε τὴν οὐϲίαν, οὔτε προβάτοιϲ ποιήϲαϲ ἐπιτήδειον, οὔτε ἀνθρώποιϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.