ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡϲ λέγει Πίνδαροϲ· ἀλλὰ καὶ ὁ μέγαϲ ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προϲίεται. ἀλλ’ ὅπου φυγάδεϲ ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράϲκουϲιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενοϲ. Soph. καὶ αὖθιϲ ἡ τραγῳδία φηϲὶ περὶ Αἰγίϲθου· ὁ πάντ’ ἄναλκιϲ οὗτοϲ, ἡ πᾶϲα βλάβη, ὁ ϲὺν γυναιξὶ τὰϲ μάχαϲ ποιούμενοϲ. ϲυνεργούϲηϲ
γὰρ τῆϲ Κλυταιμνήϲτραϲ ἀνεῖλε τὸν Ἀγαμέμνονα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.