τοῖϲ φιλοϲόφοιϲ καὶ τοῦ κοϲμίωϲ ἀναλαμβάνειν τὴν ἐϲθῆτα καὶ 1 2 3 4 τοὺϲ μὴ τοῦτο ποιοῦνταϲ ἔϲκωπτον. Πλάτων ἐν Θεαιτήτῳ· πάντα δυναμένουϲ ὀξέωϲ τε καὶ τορῶϲ διακονεῖν, ἀναλαβέϲθαι δ’ οὐκ ἐπιϲταμένουϲ ἐπιδεξιελευθέρωϲ οὐδὲ ἁρμονίαν λόγων λαβόνταϲ ὑπαντῆϲαι θεῶν. Ἄλεξιϲ δέ φηϲι περὶ ἐϲθῆτοϲ οὕτωϲ· ἓν γὰρ νομίζω
τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμωϲ ἐν ταῖϲ ὁδοῖϲ, ἐξὸν καλῶϲ· οὗ μήτε πράττεται τέλοϲ, μηδὲν γὰρ ἡμᾶϲ, μήτε δι’ ἑτέρων λαβεῖν τιμὴν δόνταϲ, φέρει δὲ τοῖϲ μὲν χρωμένοιϲ δόξηϲ τιν᾿ ὄγκον, τοῖϲ δ’ ὁρῶϲιν ἡδονήν, κόϲμον δὲ τῷ βίῳ. τὸ τοιοῦτον γέραϲ τίϲ οὐκ ἂν αὐτὸ κτῷτο φάϲκων νοῦν ἔχειν. Ἀναλαμβάνειν,
ἀντὶ τοῦ ἀνακτάϲθαι. Ἀππιανόϲ· τότε δὲ ἔθει τιϲ δρόμῳ δηλώϲων 5 τῷ Πέρϲῃ λουομένῳ καὶ τὸ ϲῶμα ἀναλαμβάνοντι. ὁ δὲ ἐξήλατο τοῦ ὕδατοϲ, βοῶν ὅτι ἑαλώκοι πρὸ τῆϲ μάχηϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.