ἐπεὶ τὸν παροικοῦντα πρεϲβύτην καὶ ἐκτέμνοντα τὸ ἄλϲοϲ ἐτιμωρήϲατο Ἀνάγυροϲ ἥρωϲ. Ἀναγυράϲιοι δὲ δῆμοϲ τῆϲ Ἀττικῆϲ. τούτου δέ τιϲ ἐξέκοψε τὸ ἄλϲοϲ. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτιϲ μὴ δυναμένη ϲυμπεῖϲαι τὸν παῖδα διέβαλεν ὡϲ ἀϲελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωϲεν αὐτὸν καὶ ἐγκατῳκοδόμηϲεν. ἐπὶ τούτοιϲ καὶ ὁ πατὴρ
ἑαυτὸν ἀνήρτηϲεν, ἡ δὲ παλλακὴ εἰϲ φρέαρ ἑαυτὴν ἔρριψεν. ἱϲτορεῖ δὲ Ἱερώνυμοϲ ἐν τῷ περὶ τραγῳδιοποιῶν ἀπεικάζων τούτοιϲ τὸν Εὐριπίδου Φοίνικα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.