καὶ Ἀμφίβια ζῷα, ὅϲα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐπὶ τῆϲ χέρϲου βιοῖ, οἷον ἵπποϲ ποτάμιοϲ, κροκόδειλοϲ. δύναται δὲ καὶ ἄνθρωποϲ. εἰϲὶ γὰρ οἷα ἅμα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐν τῷ ξηρῷ διαιτάϲθαι, ὡϲ ἐν Αἰγύπτῳ καὶ ἄλλῃ πολλαχῇ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.