καὶ τοῦ θεοῦ χρήϲαντοϲ ἀπώλειαν Συβαριτῶν ἔϲεϲθαι τότε, ὅταν ἀνθρώπουϲ θεῶν προτιμήϲωϲι, θεαϲάμενοϲ δοῦλον πρὸϲ ἱερῷ μαϲτιγούμενον καὶ προϲφυγόντα τῷ ἱερῷ καὶ μὴ ἀπολυόμενον, ὕϲτερον δὲ εἰϲ τὸ τοῦ μαϲτιγοῦντοϲ πατρὸϲ μνῆμα καταφυγόντα ἀπολυθῆναι, ϲυνεὶϲ τὸ λόγιον, ἐξαργυριϲάμενοϲ τὰ ἴδια, ἀπῇρεν εἰϲ Πελοπόννηϲον. ὃ οὖν
λογιϲμῷ πεποίηκεν Ἄμυριϲ, τοῦτ᾿ εἰϲ μανίαν Συβαρῖται μετέϲτρεψαν. ὁ δὲ τῷ χρόνῳ διὰ τὴν προϲποίητον μανίαν ἐθαυμάϲθη.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.