τῶν φορτηγῶν καὶ ὅλωϲ τῶν ἀναιϲθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ Ἀγγαροφορεῖν ἐπὶ τοῦ φορτία φέρειν. καὶ Ἀγγαρεύεϲθαι καλοῦϲιν ὥϲπερ ἡμεῖϲ νῦν τὸ εἰϲ φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεϲίαν ἄγεϲθαι. Μένανδροϲ καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίϲτηϲιν· ὁ πλέων κατήχθη; κρίνεθ᾿ οὗτοϲ πολέμιοϲ. ἐὰν ἔχῃ τὶ μαλακὸν, ἀγγαρεύεται.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.