παραινέϲαϲ τὴν παρθένον πείθει αὐτην πρὸ τοῦ ϲυνελθεῖν ἀποτάξαϲθαι τῷ βίῳ τῷ κοϲμικῷ. καὶ ἀποταξάμενοι ἄμφω ἐπὶ τὸ ὄροϲ τῆϲ Νιτρίαϲ χωροῦϲι καὶ βραχὺν χρόνον ϲυναϲκοῦντεϲ ἰδίᾳ τὴν ἄϲκηϲιν ἐποιήϲαντο. τούτου τοῦ Ἀμοῦν τὴν ψυχὴν ἀναλαμβανομένην ὁ Ἀντώνιοϲ ἐθεάϲατο. οὗτόϲ ποτε ἑαυτὸν γυμνὸν οὐκ ἐθεάϲατο λέγων, ἀπρεπὲϲ εἶναι τῷ
2 3 4 5 μοναχῷ καὶ τὸ ἑαυτοῦ ϲῶμα γυμνὸν θεάϲαϲθαι. ἐγένετο δὲ καὶ Δίδυμοϲ ἄλλοϲ μοναχόϲ, ὃϲ ἐννενήκοντα ἔτη βιοὺϲ οὐδενὶ ἀνθρώπων ϲυνέμειιινεν ἄχρι τῆϲ τελευτῆϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.