Κτηϲιφῶντοϲ· ὡϲ ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰϲ αὐτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν. καὶ Δημοϲθένηϲ ἐν τῷ κατὰ Μειδίου. καὶ παρὰ τῷ Ἀντιφῶντι δὲ τὸ ἅμα κεῖται ἐπὶ τὸ αὐτό. φηϲὶ γὰρ ἐν Προοιμίοιϲ· ἀλλ᾿ εἰ τότε πρᾶγμά μοι κρεῖττον φαίνεται, ἅμα τε μαρτυρία ἀρετῆϲ πράξομαι. καὶ παρὰ Δημοϲθένει ἐν τῷ περὶ
τοῦ ϲτεφάνου· πάϲαιϲ δὲ λοιδορίαιϲ καὶ βλαϲφημίαιϲ ἅμα τούτου κεχρημένου.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.