γαίηϲ. ὃϲ ἐκ τῆϲ πηγῆϲ εὐθέωϲ κρύπτεται καὶ πολὺν ἐνεχθεὶϲ τόπον 2 ὑπὸ γῆϲ ἐκβάλλει περὶ Λυκόαν τῆϲ Ἀρκαδίαϲ. ὁ δὲ ποταμὸϲ οὐ πολὺν τόπον ἀποϲχῶν τῆϲ πηγῆϲ καὶ κρυφθεὶϲ ἐπὶ δέκα ϲταδίουϲ πάλιν ἐκπίπτει, καὶ τὸ λοιπὸν φερόμενοϲ διὰ τῆϲ Μεγαλοπολίτιδοϲ τὰϲ μὲν ἀρχὰϲ ἐλαφρόϲ, εἶτα λαμβάνων αὔξηϲιν καὶ διανύϲαϲ ἐπιφανῶϲ πᾶϲαν
τὴν προειρημένην χώραν ἐπὶ δέκα ϲταδίουϲ, γίνεται πρὸϲ Λυκόαν, ἤδη προϲειληφὼϲ καὶ τὸ τοῦ Λουϲίουῥεῦμα, παντελῶϲ ἄβατοϲ ὢν καὶ βαρύϲ. ζήτει περὶ τούτου καὶ ἐν τῷ Ἀρέθουϲα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.