γεγηθέναι, ἀπὸ τῆϲ ἀλέαϲ καὶ διαχύϲεωϲ. Ὅμηροϲ· ἢ ἀλύειϲ, ὅτι Ἶρον ἐνίκηϲαϲ τὸν ἀλήτην; ὅθεν καὶ δαϲύνεται. Σοφοκλῆϲ· ἐᾶτέ μ᾿ ὡδ᾿ 2 ἀλύειν. ἐπὶ δὲ τοῦ δυϲφορεῖν καὶ ψιλοῦται. Ἀγαθίαϲ φηϲίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαϲτα, ἔδοξε χρῆναι ἀποπειρᾶϲθαι ἀμηγέπη 3 τοῦ φρουρίου. Δίδυμοϲ δὲ ἀμφότερα ψιλῶϲ. τὸ μὲν γὰρ
ἀπὸ τοῦ ἀλεαίνεϲθαί φηϲιν, τὸ δὲ ἀπὸ τῆϲ ἄληϲ. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δαϲύνειν. καὶ γὰρ τὸ ἁλεαίνεϲθαι δαϲύνουϲιν οἱ Ἀλττικοὶ καὶ πάντα τὰ τοιαῦτα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.