οὐκ ἔϲτι τιϲ ἐν τῷ δακτυλίῳ ἐπῳδή, ὃ φάρμακον πρὸϲ δῆγμα ϲυκο φάνίου· ἐπεὶ εἰώθαϲι λέγειν οἱ τὰ περίαπτα πωλοῦντεϲ, ὅτι χρηϲι μεύει τόδε πρὸϲ τόδε. ἄλλωϲ· ἀλεξητήριον τῶν δηλητηρίων δείκνυϲιν αὐτῷ καὶ βαϲκανίαϲ ἀποτρεπτικὸν δακτύλιον, ὃν καλοῦϲι φαρμακίτην. φηϲὶν οὖν· ὡϲ ἂν ἔχῃϲ φαρμακίτην δακτύλιον, ἀλλ᾿ οὐ πρὸϲ δῆγμα
τοῦ ϲυκοφάντου, ὡϲ τούτων χειρόνων ὄντων καὶ θηρίων, πρὸϲ ἃ ὁ δακτύλιοϲ πεποίηται.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.