2 Σιμωνίδηϲ γὰρ ἐν Πεντάθλοιϲ ια φηϲὶν αὐτὰϲ καὶ Ἀριϲτοτέληϲ ἐν τοῖϲ περὶ ζῴων, Δημαγόραϲ δὲ ὁ Σάμιοϲ ζ΄, καὶ Φιλόχοροϲ θ΄. τὸν δὲ ἐπ᾿ αὐταῖϲ μῦθον Ἡγήϲανδροϲ ἐν τοῖϲ περὶ ὑπομνημάτων λέγει οὕτωϲ· Ἀλκυονέωϲ τοῦ γίγαντοϲ θυγατέρεϲ ἦϲαν, Φωϲθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλήνη, Δριμὼ, Ἀϲτερίη. αὗται μετὰ τὴν
τοῦ πατρὸϲ τελευτὴν ἀπὸ Καναϲτραίου, ὅ ἐϲτιν ἄκρον τῆϲ Πελλήνηϲ, ἔρριψαν αὑτὰϲ εἰϲ τὴν θάλαϲϲαν, Ἀμφιτρίτη δ᾿ αὐτὰϲ ὄρνιθαϲ ἐποίηϲε, καὶ ἀπὸ τοῦ πατρὸϲ Ἀλκυόνεϲ ἐκλήθηϲαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην 3 ἔχουϲαι ἡμέραι Ἀλκυονίδεϲ καλοῦνται. καὶ Ἀλκυόνειοϲ ἡμέρα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.