τῆϲ κζ΄ Ὀλυμπιάδοϲ, βαϲιλεύοντοϲ Λυδῶν Ἄρδυοϲ, τοῦ Ἀλυάττου πατρόϲ· καὶ ὢν ἐρωτικὸϲ πάνυ εὑρετὴϲ γέγονε τῶν ἐρωτικῶν μελῶν. ἀπὸ οἰκετῶν δέ· ἔγραψε βιβλία ἓξ, μέλη καὶ Κολυμβώϲαϲ. πρῶτοϲ δὲ εἰϲήγαγε τὸ μὴ ἑξαμέτροιϲ μελῳδεῖν. κέχρηται δὲ Δωρίδι διαλέκτῳ, καθάπερ Λακεδαιμόνιοι. ἔϲτι δὲ καὶ ἕτεροϲ Ἀλκμὰν, εἷϲ τῶν λυρικῶν,
ὃν ἤνεγκεν ἡ Μεϲϲήνη. καὶ τὸ πληθυντικὸν Ἀλκμᾶνεϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.