1240 Ἁλίπεδον: ὁμαλὸν ἔδαφοϲ παρὰ τῇ θαλάϲϲῃ. τινὲϲ δὲ τὸν 2 Πειραιᾶ φαϲιν. ἔϲτι δὲ καὶ κοινὸϲ τόποϲ, ὃϲ πάλαι μὲν ἦν θάλαϲϲα, 3 αὖθιϲ δὲ γέγονε πεδίον. διὸ καὶ δαϲυντέον τὴν πρώτην, ἔϲτι γὰρ οἷον ἁλὸϲ πεδίον. οἱ δὲ τὸ παραθαλάϲϲιον πεδίον οὕτω καλοῦϲιν. ἄλλοι δὲ παρὰ τὸ δύναϲθαι ἐν αὐτῷ ἵππουϲ ἀλινδεῖϲθαι, τουτέϲτι
κονίϲαϲθαι, τὴν ὀνομαϲίαν λαβεῖν. ζήτει ὀπίϲω ἐν τῷ Ἄληξ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.