πίνειν Ἀγαθοῦ Δαίμονοϲ, ἐπιρροφοῦντεϲ ἄκρατον, καὶ τοῦτο λέγειν Ἀγαθοῦ Δαίμονοϲ, χωρίζεϲθαι δὲ μέλλοντεϲ, Διὸϲ Σωτῆροϲ. καὶ ἡμέραν δὲ τὴν δευτέραν τοῦ μηνὸϲ οὕτωϲ ἐκάλουν. καὶ ἐν Θήβαιϲ δὲ ἦν ἡρῷον Ἀγαθοῦ Δαίμονοϲ. ἄλλοι δέ φαϲι τὸ πρῶτον ποτήριον 2 οὕτω λέγεϲθαι. ὅτι περὶ τἀγαθοῦ βιβλίον ϲυντάξαϲ Ἀριϲτοτέληϲ, τὰϲ 3
ἀγράφουϲ τοῦ Πλάτωνοϲ δόξαϲ ἐν αὐτῷ κατατάττει. καὶ μέμνηται τοῦ ϲυντάγματοϲ Ἀριϲτοτέληϲ ἐν τῷ πρώτῳ περὶ ψυχῆϲ, ἐπονομάζων αὐτὸ περὶ φιλοϲοφίαϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.