ἀργυρίου πολλοῦ ὠνήϲαϲθαι. καὶ Ἀληλεϲμένον βίον 2 οἱ μὲν ἐπὶ τῶν βαλανίτῃ βίῳ χρωμένων ἐδέξαντο, οἱ δὲ ἐπὶ τῶν ἀταλαιπώρωϲ βιούντων, οἷον κατειργαϲμένον, πρὸϲ τροφὴν ἕτοιμον. καὶ 3 Ἀληλεϲμένοϲ βίοϲ, ἐπὶ τῶν ἐν ἀφθονίᾳ τῶν ἐπιτηδείων ὄντων. ἄλλη δὲ παροιμία φηϲίν· οὐ γὰρ ἄκανθαι. ἔοικε δὲ ὑπομιμνήϲκειν τὴν
τοῦ βίου μεταβολήν, ἀγρίου καὶ ἀκανθώδουϲ πρότερον ὄντοϲ, πρὶν ἐπιμέλειαν τῆϲ γῆϲ καὶ τῶν ϲπερμάτων γενέϲθαι. ὅθεν ἀπὸ τῆϲ ὕϲτερον ἐπιμελείαϲ ῥηθῆναι τὸ ἀληλεϲμένον βίον.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.