οὕτω θρηνεῖν· τί δ’ οὐκ ἐγὼ ϲέ; τί δ’ οὐκ ἐμὲ ϲύ; ὅτι δὲ ἐκ φύϲεωϲ ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλον. εἰϲ γὰρ τὰϲ Συρακούϲαϲ παρεγενήθη φεύγων τὸν τροχὸν, τὸν καπνὸν, τὸν πηλὸν, περί τε τὴν ἡλικίαν ὀκτωκαίδεκα ἔτη γεγονὼϲ, καὶ. μετά τινα χρόνον ὁρμηθεὶϲ ὑπὸ τοιαύτηϲ ὑποθέϲεωϲ, κύριοϲ μὲν ἐγενήθη
πάϲηϲ Σικελίαϲ, μεγίϲτοιϲ δὲ κινδύνοιϲ περιέϲτηϲε Καρχηδονίουϲ, τέλοϲ ἐγγηράϲαϲ τῇ δυναϲτείᾳ , κατέϲτρεψε τὸν βίον βαϲιλεὺϲ προϲαγορευόμενοϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.