θέλειν, καθάπερ ἐπὶ τῶν κατ᾿ ἰδίαν ἀδικημάτων οἱ νομοθέται καὶ δικαϲταὶ πάϲαϲ τὰϲ τῶν ϲυμβαινόντων βλάβαϲ οὐκ ἐπὶ τὸν ἀλεξόμενον, ἀλλ᾿ ἐπὶ τὸν ἄρχοντα χειρῶν ἀδίκων ἀναφέρουϲι. καὶ Ἀλεξομένουϲ 1 παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ἀμυνουμένουϲ ἢ ἐπιβοηθοῦνταϲ. τριτημορὶϲ δὲ τῶν Μαϲϲαγετῶν τοὺϲ περιλειφθένταϲ τῆϲ Κύρου ϲτρατιῆϲ 2
ἀλεξομένουϲ ἐφόνευε. καὶ Ἀλέξαϲθαι, κωλύειν, ἀπείργειν. οἱ δὲ ἵπποι οὐκ ἦϲαν αὐτῷ χρήϲιμοι ἐϲ τὸ φεύγειν ϲὺν αὐτοῖϲ ἢ 3 ἐπελαύνονταϲ ἀλέξαϲθαι τοὺϲ πολεμίουϲ. καὶ αὖθιϲ· εὔχετο δὲ ὁ 4 Κῦροϲ τοϲοῦτον ὑπερζῆν, ἔϲ τε νικῴη τοὺϲ εὖ καὶ κακῶϲ ποιοῦνταϲ ἀλεξόμενοϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.