γὰρ ὁ αὐλητὴϲ ἔτι πρόϲθεν, ὅν ποτε αὐλοῦντα λέγουϲι τῆϲ Ἀθηνᾶϲ τὸν ὄρθιον νόμον ἐπικαλούμενον, ἐϲ τοϲόνδε ἐκπλῆξαι Ἀλέξανδρον τοῖϲ μέλεϲιν, ὡϲτε μεταξὺ ἀκούϲαντα ἀναΐξαι ἐπὶ τὰ ὅπλα· τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βαϲιλικὰ αὐλήματα. οὗτόϲ τε δὴ ὁ Τιμόθεοϲ ἀνεληλύθει πρὸϲ αὐτὸν ϲπουδῇ μετάπεμπτοϲ γενόμενοϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.